Ancient Greek
Poem 3013
Byzantine Book Epigrams, Book Epigrams: Dates 3013
Not analysed yet
Πόνω τε πολλῷ κτισαμένῳ τὴν δέλτον
τὴν πεντάτευχον ὁπλοθήκην δογμάτων
Λοῦκας ταπεινὸς Δαμαλῶν ἀρχιθύτης
γραφεὺς τῆς αὐτῆς Ξενοφῶν ἀναγνώστης
ἔτους τρέχοντι χιλιάδων ἑξάδι
ἑκατοντάδων τῆς ἑβδόμῆς τρεχούσης
καὶ τῆς δεκάδος τῇ ἑξάδι πληρώσας
καὶ παρ᾽ ἥμυσυ φθάνων ἑν τῇ δεκάδι
ἐπανατρέχω τῶν δεκάδων ἑπτάδι.