Ancient Greek
Poem 3027
Byzantine Book Epigrams, Book Epigrams: Dates 3027
Not analysed yet
Τέλος ὧδε πέφθακε τῆσδε τῆς δέλτου,
Μιχαὴλ δὲ ταῦτά σοι προσφωνεῖ, ἄνερ,
ὅστις τοὐπίκλην ὁ Μεσοποταμίτης,
κληρικοῦ δ᾽ αὖθις ἐπισκοπῆς Εὐρίπου.
συνάξας οὖν ἔγραψα πόνῳ καὶ μόχθῳ
εἰς Θεοῦ τε αἴνεσιν καὶ ὑμνῳδίαν,
πεπλήρωτο δὲ ἐν χρόνοις τῆς τοῦ κόσμου·
χιλιὰς παρέδραμεν ἑξαπλουμένη
καὶ ἑκατοντὰς ἐννακοσιοστή τε
σὺν τέσσαρες μόνοις τε νῦν καὶ δεκάτοις,
ἰνδικτιόνης δεκάτης καὶ τετάρτης.