Ancient Greek
Poem 3091
Byzantine Book Epigrams, Book Epigrams: Dates 3091
Not analysed yet
Ἔγραψε ταύτην τὴν πανίερον δέλτον
ὁ Λαυρέντιος αἰμύλος μονοτρόπος,
πεισθεὶς κελεύσει καθηγέτου τιμίου
μάνδρας λογικῆς τῆς τῶν Καλαμιτζίων
Κυπριανοῦ στέργοντος θεὸν ἀμέτρως,
ὃς ἐφθαρμένης οὔσης τῆς πρωτοτύπου
ἑῇ δαπάνῃ ἀνεκτήσατο ταύτην
πολλῇ τε σπουδῇ καὶ διαπύρῳ πόθῳ,
ὥς τι δὲ θεῖον καὶ σεβάσμιον δῶρον
τέθεικε τῷδε τῷ ὑπ᾽ αὐτοῦ σεμνείῳ
εἰς δόξαν εἱς ἔπαινον τῆς μακαρίας
καὶ ἀρχιφώτου ζωαρχικῆς τριάδος,
ἣν εὐμενῆ ἕξοιεν ὅταν τῶν τῆδε
πρὸς τὴν ἐκεῖθεν μεταστῇ κληρουχίαν,
ἔχων εἰς τοῦτο θερμῶς ἐκλιπαροῦντα
τὴν σφῶν πατέρων πάνσεπτον ξυνωρίδα
τὸν λαμπρὸν ἐν θαύμασι θεῖον λαμπτῆρα
τῆς ἐκκλησίας Νικόλαον τὸν μέγαν
καὶ Κυπριανὸν τὸ μονοτρόπων στέφος
τὸν ἁγλαΐαις θαυμάτων παραδόξων
καταλαμπρύνον τὸ περίγεοιν ἅπαν·
εὗρε δὲ τέλος ἕκτης χιλιοντάδος
ἄρτι τρεχούσης, πεντήκοντα σὺν ταύτῃ
πρὸς τοῖς ἑκατὸν ἑπτὰ συμμετρουμένοις
μαρτίῳ πρὸς τήν μέσην μηνὸς τοῦ χρόνου.