Ancient Greek
Poem 4069
Byzantine Book Epigrams, Book Epigrams: Dates 4069
Not analysed yet
Ταύτην γέγραφεν τήνδε βίβλον, ὦ φίλος,
ὁ τοῦ Ῥηγίου τῶν πρεσβυτέρων πρῶτος
ὁ καλὸς γραφεὺς Νικηφόρος τῇ κλήσει
διὰ συνδρομῆς μονῆς Καλαμιτζίων
τοῦ θαυματουργοῦ μεγίστου Νικολάου
τοῦ τότε ταὐτῷ, ὡς οἶμαι, πρωτοστατοῦντος
σπουδὴν τοῦ ἔργου, ἀφθόνως δεδωκότος
εἰς ἀνάγνωσιν τῆς αὐτῆς ἐκκλησίας
μηνὸς τὸ μεσαίτατον τοῦ Δεκεμβρίου,
ὅπερ ὀ γλυκὺς Συμεὼν μεταφράστης
βίους ἀρίστους συνέταξεν ἁγίων·
ἀμφὼ δὲ Θεὸς τὰς ψυχὰς ἀναπαύσει
τὸν προτρέψαντα, καὶ γράψαντα σὺν πόνῳ.