Ancient Greek
Poem 4152
Byzantine Book Epigrams, Book Epigrams: Dates 4152
Not analysed yet
Ἐτελειώθη σὺν Θεῷ καὶ τὸ παρὸν πτυκτίον
τὸ πόνημα, τὸ σύγγραμα, ἡ εὐτελὴς Διόπτρα,
διὰ χειρὸς ἁμαρτωλοῦ μοναχοῦ τὲ καὶ ξένου
μηνὶ μαΐῳ δώδεκα ἰνδικτιῶνος τρίτης·
κύκλος σελήνης δέκατος, ἡλίου εἰκὰς τρίτη
ἔτους ἑξάκις χίλια καὶ ἑξακὸς πρὸς τούτοις,
πρὸς δὲ καὶ τρία ἕτερα ἐπὶ τούτοις τυγχάνει.
Ἂν δὲ τὸ ὄνομα τοὐμὸν μαθεῖν ἐθέλῃς, φίλε,
ἰδοὺ καὶ τοῦτο γράφω σοι καὶ ψηφίσας εὑρήσεις.
Ὀκτὼ γράμματα ἔχω καὶ εἰσὶν ἄμφωνα πέντε·
τρισύλλαβός εἰμι, νόει με· αἱ δύο πρῶται
ἀνὰ δύο γράμματα ἔχει ἑκάστη, ἡ λοιπὴ δὲ τὰ λοιπὰ·
τοῦ παντὸς δὲ ὁ ἀριθμὸς ἑκατοντάδες τρὶς τὸ τρὶς
καὶ δεκάδες δὶς τετράκις· ἤγουν ὁ πᾶς
ψῆφος τοῦτων ἐννακὸς ὀγδοήκοντα.