Ancient Greek
Poem 4399
Byzantine Book Epigrams, Book Epigrams: Dates 4399
Not analysed yet
Οἱ φιλόχριστοι καὶ φιλόψυχοι πάντες
καὶ τὸν Θεὸν φέροντες ἐν τῇ καρδίᾳ,
μέμνησθε τινός, πλὴν πάθους,54 Βασιλείου,
τῷ πόθῳ κτησαμένου τὴν δέλτον ταύτην
εἰς λύτρον, εἰς ἄμειψιν ἁμαρτημάτων,
εἰς ἀποτροπὴν πάντων τῶν ἐναντίων·
ἐτελέσθη γὰρ τῷ ὄντι μεγαλεῖον
ἔτους πέλουσα ἑξάκις χιλιάδος
νῦν καὶ πεντακόσ’ ἑξήκοντα καὶ θῆτα,
ἰνδικτιῶνος δὲ τεσσαρακαιδεκάτης,
βασιλεύοντος Δουκὸς τοῦ Κωνσταντίνου
καὶ Εὐδοκίας τῆς τούτου γὰρ συνεύνου,
παῖδα ἔχοντες Κωνστάντιον τὸν μέγαν.