Ancient Greek
Poem 4403
Byzantine Book Epigrams, Book Epigrams: Dates 4403
Not analysed yet
Θύτη πανοίκτρω, ὧ κλῆσις ἰωάννη·
γένους τυχάνων, τὸ τοῦ ἱερακήτου·
ὧ τὴν ὁσίαν, ἐκκεχάραξεν δέλτον·
αἰτήται δ' ὅσοι, ταύτην κατὰτρυφόντες·
τὸν παντεργάτην· λόγον τυχεῖν σφαλμάτων·
ἐν τῆ μελλούσει· τῆς ἐτάσεως ῶρα·
καὶ τῆς μερίδος, τάξαι τῶν σωζομένων:
ἐτελειώθει· ἡ τρισόλβιος δέλτος·
ἐν ιοὐλίω· μηνὶ ἡμέρα ἕκτη·
τρέχοντος ἔτους· ἐξισχιλίων ἅμα·
ὀκτακοσίων, εἰκοστῶ καὶ δευτέρω·
ινδικτιώνος. ἅμα δύο πρὸς δέκα.