Ancient Greek
Poem 7060
Byzantine Book Epigrams, Book Epigrams: Death 7060
Not analysed yet
Αἴθες μυριόπηχυς ἐδέξατο πάνσοφε λάρναξ
ὡς ἀρετὰς ἐπάνω σὸν ἐχάραξα βίον·
νῦν δ᾿ἄρ᾿ ἐπι βέοις σε τάφος λάχετό σον ἐῶντα
ἓν μόνον ἐξερέωτ᾿ἄλλα βιαζόμενος
βίβλοις εἴω τράπεζα λέον καὶ δόγματα θεῖα
νηοκόρων τε κόπον ἀπρόδοτοι μέλεται
τὸ δέμας ἐν μερόπεσιν ἑῶν ἐτὶ κἄκτανες αὐτὸς
ψυχῆς φροντίζων πράγματος ἀθανάτου
καὶ σὺ μὲν ἄρτι θανῶν ζώης πλέον ἔμφρονι κόσμω
χριστοπόνων καμάτων δεχνύμενος στεφάνους·
οἱ δε θεοπρόποι ἐτεῆς ἀπεῶντες ὀπώπης
ἐκθορέεν ἐκ κόσμου τοῖον καλόν
οὐ δύναται γὰρ δειρὸν ἐν ἀνθρώποισιν θειοτέρων τι μένειν.