Ancient Greek
Poem 7122
Byzantine Book Epigrams, Book Epigrams: Death 7122
Not analysed yet
Ἥκω σέ, πάντ' ἄριστε, πενθήσων ὅμως
εἰ καὶ πρὸς αὐτὸν τὸν Θεὸν πάντων ἔβης
βλέπειν ἄδακρυς οὐ σθένω γὰρ σὸν τάφον
ἡμᾶς δὲ αὐτοὺς καὶ πρὸ σοῦ, φίλτατέ μοι,
οὓς σαυτὸν εἷλες, τὸ κράτιστον κτημάτων·
ἀλλὰ καὶ κοσμήσων σε ταῖς εὐφημίαις
ὅσον χρέους ἅψασθαι, ὡς οἷον τέ μοι·
τὸ γὰρ κατ' ἀξίαν σοι οὐ βροτῶν νόος,
οὐ γλῶσσαι πᾶσαι, εἰ συνῆλθον εἰς ἅμα,
συνεισενεγκεῖν οἶμαι δύναιντ' ἂν ὅλως.