Ancient Greek
Poem 7124
Byzantine Book Epigrams, Book Epigrams: Death 7124
Not analysed yet
Ἤλυθον, ἀνδρῶν φέρτατε, πενθήσων, θρηνήσων
καὶ σὲ μέν, εἰ καὶ πὰρ μέγαν ᾤχου περ θεὸν ἤδη·
οὔτοι γὰρ μ' ἐάᾳ φύσις εἰσορόωντα τεὸν τάφον
μὴ κατὰ δάκρυ χέειν· πρό γε μὴν σέο ἡμέας αὐτούς,
οὓς δὴ σαυτὸν άφείλεο, ὄσσε, φόως ψυχήν τε
τῶν θ' ὧν εἴχομεν αὖ πάντων τὸ κάλιστον ἐόντα.
Αὐτὰρ ἐπεὶ μὴν ὄφλω καί μοι νόος μενεαίνει
κοσμεῖν ἠδ' ὑμνεῖν σε λόγοισί τε ἠδ' ἐπέεσσι,
τίσω δὴ καὶ τόδ' ὅσον μοι σθένος, οὐχ ὅσσον δέον·
εἰ γὰρ καὶ μερόπων γε πρόπας νόος ἠδὲ καὶ πᾶσαι
γλῶσσ' ἐπὶ τῷδε ἄγερθεν ἀολλέες, οὐκ ἄν γε σχεῖν
οὐδ' οὕτω σε, ὄχ' ἄριστε, ὀΐομαι ἄξια τῖσαι.