Ancient Greek · Iambic trimeter
Poem 1947
Byzantine Book Epigrams, Book Epigrams: Dedications 1947
Not analysed yet
Ἐπείπερ ὁ πρῶτος σε ποιμὴν καὶ μέγας
ὁ τὸ πλανηθὲν θρέμμα σώσας πανσόφως
ποιμαντικῆς ἄριστα κοσμήσας τρόποις
ταύτης κατεστήσατο τῆς τοῦ Προδρόμου
σεπτῆς ἀληθῶς ἀγέλης πρωτοστάτην,
πρόσηκε πάντως καὶ λόγοις ψυχοτρόφοις
ὡς ἐν πόαις τρέφειν σε τοὺς ὑπηκόους.
Οὐκοῦν δέδεξο τὴνδε τὴν θείαν βίβλον
ἧς κρεῖττον οὐδὲν παντάπασι τῶν ὅλων
καὶ τῆς ἑν αὐτῇ μυστικῆς ἑυκαρπίας
τούτους κορεννὺς εὐστόχῳ διακρίσει
σαυτὸν κόρῳ μάλιστα πάντοτε τρέφε.