Ancient Greek · Iambic trimeter
Poem 1984
Byzantine Book Epigrams, Book Epigrams: Dedications 1984
Not analysed yet
Ἡ τῶν προφητῶν ἀκρότης Ἡσαΐας
τὸν νοῦν καθαρθεὶς ἄνθρακι φλογὸς ξένης
καὶ δὴ τὸ μέλλον ὡς ἐνεστὼς προβλέπων
Χριστοῦ διετράνωσε τὴν παρουσίαν
πτῶσιν προηγόρευσε τῶν Χριστοκτόνων,
πίστιν προεῖπε τῶν πρὶν ἔξωθεν νόμου
καὶ παντὶ κόσμῳ τὴν παλίρροιαν βίου,
πρισθεὶς φθόνῳ δὲ καὶ πόλον λαχὼν μένειν
ῥήσεις λέλοιπεν εἰς ὄνησιν ἐν βίῳ
ἅσπερ Νικήτας ὃν στέφους κοιτὼν ἔχει
ἐν ὡραϊσμῷ συντέθεικεν ἐνθάδε
εἰς πίστεως ἔνδειγμα, καὶ ψυχῆς λύτρον.