Ancient Greek · Iambic trimeter
τὸν χρυσόρειθρον ἐν θεηγόροις λόγοις, lines 2229.1-2229.67
Byzantine Book Epigrams, Book Epigrams: Dedications 2229.1-67
Not analysed yet
τὸν χρυσόρειθρον ἐν θεηγόροις λόγοις
Ϊωάννην δή φημι τὸ χρυσοῦν στόμα
τὸν ὡς ἀληθῶς εὐγενῆ χρυσοστόμον
τὸν πνεύματος δοχεῖον ὄντα κυρίου
ἐν ὧ τέθεικεν ὡσ θεὸς καὶ δεσπότης
θησαυροπλουτόχρηστον ἐσθλοφωνίαν
καὶ πανσοφοπρόγνωστον εὐθυφθογγίαν
καὶ χρυσομαργάροπτον ἀστροφεγγίαν
Ἰωάννην τὸν ὄντα κυρίου μέγα
οἴκημα φαιδρὸν χριστὸν εἰσδεδεγμένον
ἐν ὧ προλάμψαν φωτοειδεῖ λαμπάδι
τὸ τρισσολαμπὲσ καὶ μονάρχιον κράτος
ὅλον κατήστραψεν τε καὶ κατηύγασεν
Ἰωάννην τὸν ὄντα τοῖς θείοις λόγοις
ἑωσφόρου φαίνοντος ἄστρου βελτίῳ
τοῖς δόγμασι στίλβοντα τοῖς ὠρθωμένοις
ἐν οὐρανῶ λάμποντος ἡλίου πλέον
καὶ τῆς σελήνης καὶ φάους τῶν ἀστέρων
οὗτοι γὰρ ὄντως τὰς ζοφώδεις αἰτίας
νυκτὸς σοβοῦσι καὶ φύσιν λαμπηδόνος
νέμουσι πᾶσιν τοῖς βροτοῖς ἀεννάως
τὸ δ᾽αὖ γε χρυσοῦν τοῡ Ἰωάννου στόμα
νυκτὸς διώκει τῆς πλάνης παρουσίαν
καὶ τῆς ἀληθοῦς οὐσίας τὴν ἡμέραν
ἄπασι πιστοῖς εἰσάγει θεοφρόνως
Τοῦτον ποθήσας ἀτρεκεστάτωι πόθῳ
ὀ Λαοδικεὺς τοὔνομα Σισίννιος
ὁ χρυσὸς ὄντως τῷ βίῳ καί τῷ τρόπῳ
ἀρχιεράρχης καὶ σοφὸς θυηπόλος
Σισίννιον δή φημι τὸν θεοῦ φίλον
χριστοῦ δὲ λάτριν εὐγενῆ καὶ γνήσιον
καί τοῦ θεαυγοῦς πνεύματος κειμήλιον
τὸν νῦν φανέντα Σαμουὴλ ἄλλον νέον
καί γὰρ καθ᾽ ὡς ἐκεῖνος ἐκ βρέφους πάλαι
θεοῦ τέθειται τῷ νεῷ τοῦ προσμένειν
ὑπηρετεῖν τε καὶ διευθετεῖν ἄμα
ἔπειτα δ᾽ὤφθη καὶ προφήτης κυρίου
κριτής τε παντὸς Ἰσραὴλ καὶ δεσπότης
οὕτως πέφυκεν οὗτοσ ἐν τῇ συγκρίσει
πάλαι δοθεὶς γὰρ ἐκ σοφῶν γεννητόρων
εἰς εὐλάβειαν καὶ βίον βίου δίχα
ὐπηρετεῖ τὸ πρὶν μὲν ἐν προθυμία
ὀρῶν θεὸς δὲ τοῦτον ἐκλογῆς γένος
σκεῦός τε σεπτὸν ἐντολῶν θεηγόρων
ῥήγνυσι δεσμὰ δουλικῆς ὑπουργίας
καί δεσπότην τίθησι Λαοδικέων
οἶδεν γὰρ οἶδεν ἡ θεοῦ προμηθία
νέμειν δικαίωσ πᾶσι τὰ πρὸς ἀξίαν
Σισίννιον λέγοιμι τὸν φαεσφόρον
σοφὸν συνειδὸς εὐπρεπῶς κεκτημένον
καὶ τῶν ἀληθῶν ἐντολῶν ὑπηρέτην
τοῦ παντάνακτος καὶ θεοῦ καὶ δεσπότου
Σισίννιον φράζοιμι τὸ κλεινὸν κλέος
φοίνιξ καθ᾽ ὥσπερ ὅστις ὤφθη κάρπιμος
ὡραιοτερπὴς ἄνθεσιν καρπῶν βρίθων
ὑπὲρ μέλι γλυκάζον ἐκφέρων βότρυν
ἅπαντας εὐφραίνοντα τῷ συνειδότι
ὃς τὴν ἐλαίαν εἰκονίζει τὴν πάλαι
τὴν τῷ προφήτηι Δαυὶδ ἐκλελεγμένην
καρποὺς γέμουσαν εἰς τὸν οἶκον κυρίου
ῥίζαν φέρουσαν εὐσθενῆ καὶ τοὺς κλάδους
ἀειθαλεῖς ἔχουσαν εὐερνεστάτους
Οὗτος γὰρ οὗτος ὁ κλυτὸς Σισίννιος
τῶν ποιμένων τὸ κάλλος ἱεραρχίας
ὡς ὢν ἐραστὴς χρυσέων ἐπῶν τάχα
κατ᾽ ἐκλογὴν προῆλθε τῶν χρυσῶν λόγων
ἐν συγκρίσει δὲ χρυσέων χρυσοῦς λόγους