Ancient Greek · Iambic trimeter
τὸν χρυσόρειθρον ἐν θεηγόροις λόγοις, lines 2229.68-2229.102
Byzantine Book Epigrams, Book Epigrams: Dedications 2229.68-102
Not analysed yet
ἀριθμὸν εὗρεν ἑξήκοντα καὶ δύο
τεύξας δὲ τήνδε τὴν βίβλον πολλῷ πόθῳ
πίστει τε λαμπρᾷ καὶ φερεσβιωτάτῃ
τέθεικε τούτους ἐν γραφῇ πολυστίχῳ
εἰς ὠφέλειαν Χριστιανῶν τοῦ γένους
ἀντλοῦντεσ ὡς ἂν ἐκ ποταμῶν χρυσίον
τῶν χρυσορείθρων ἐκ νοὸς χρυσορρόαι
κάλλη τὰ τερπνὰ τῶν ἀληθῶν δογμάτων
πλουτῶσιν ἀεὶ τῶν θεοπνεύστων λόγων
ἄνθη γέμοντα καρπὸν εὐλογημένον
ζωὴν διδόντα τὴν ἔχουσαν μή τέλος
Ἀλλ᾽ ὃς προκύπτει τῇδε τῇ βίβλῳ φίλοι
ἀντλεῖν τὰ θεῖα τῶν νοημάτων βάθη
πλούτου νοητοῦ μηδαμῶς κενουμένου
τῆς ὠφελείας καὶ πόνου μισθῶν ὕπερ
ἀνδρὸς δικαίου τοῦ πόθῳ κεκτημένου
ποίησον εὐχὴν ἐκτενῆ καὶ πλουσίαν
καὶ σὺν πόθω βόησον εὐσεβοφρόνως
Ὦ Χριστὲ φωτὸς καὶ θεοῦ πατρὸσ λόγε
ὁ τὴν βροτείαν οὑσίαν ῥύπου δίχα
τῇ σῇ συνάψας πανσόφως ὐποστάσει
τῇ τοῦ πανόλβου πνεύματος παρουσίαι
τῷ τήνδε βίβλον ἐν πόθῳ τετευχότι
δίδου τὰ τερπνὰ τῶν ἄνω χαρισμάτων
πλοῦτόν τε θεῖον τοῦ γεώδους βελτίω
μισθὸν δὲ μισθοῦ παντὸσ ἀξιώτερον
ὑπὲρ πόνων τε καὶ κόπων Σισιννίῳ
τῷ τὸν θρόνον κρατοῦντι Λαοδικέων
ἀνδρὶ προσηνεῖ καὶ σεβασμιωτάτῳ
καὶ πᾶσαν ἄλλην ἀρετὴν κεκτημένῳ
σὺν τῇ ταπεινότητι τῇ μεγιστάτῃ
καὶ σῷ πέλοντι γνησιωτάτῳ λάτρι
λιταῖς ἀχράντοις τῆς θεητόκου κόρης
τῆς πανταννάσσης καὶ πανάγνου παρθένου
καὶ τῶν ἁπάντων ἁγίων αἰωνίως