Ancient Greek
Poem 2359
Byzantine Book Epigrams, Book Epigrams: Dedications 2359
Not analysed yet
Ἐκ παλαιοῦ ἤθροισε ῥήτορος γλώττης
ἀκροθίνια μαρτύρων, ἀποστόλων
πάντων προφητῶν, δικαίων καὶ ὁσίων
ἀριστεύματα κατὰ τοῦ ἀντιπάλου
Κωνσταντῖνος νέος, ὃς ποθήσας τούτων
τὰς ἀριστείας ἄνθεσιν ἀπανθίσαι
βιβλίοις τεῦξε παγκάλλους, εὐμεγέθεις,
ἤνθισεν, ἐποίκιλεν, ἤδη κατέχει.
Ἀλλʹ ὦ ἄναξ πάντων τε καὶ στεφοδότα,
δώρησαι τούτῳ τῆς στάσεως ἐκείνων.