Ancient Greek · Iambic trimeter
Poem 2571
Byzantine Book Epigrams, Book Epigrams: Dedications 2571
Not analysed yet
Ὡς ηὐδόκησεν ὁ κρατῶν στεφηφόρος,
ὡς ἐγγράφως ὥρισεν, ὡς ἔδειξέ μοι,
σπεύσας κατεσκεύασα τὴν πανοπλίαν.
ταῦτ’ οὖν μαθόντες, οἱ κριταὶ τοῦ βιβλίου,
στέργοιτε καὶ βάλοιτε ταῖς εὐφημίαις
τὸν ἀγχίνουν τε καὶ μέγαν βασιλέα.
τούτῳ γὰρ ἡ σύμπασα καὶ μόνῳ χάρις.
εἰ γὰρ προσήκει τὴν ἀλήθειαν λέγειν,
εὐμήχανον τὸ χρῆμα, πιπτέτω φθόνος.