Ancient Greek
Poem 2879
Byzantine Book Epigrams, Book Epigrams: Dedications 2879
Not analysed yet
Ἄλλος μὲν ἄλλο τῷ ναῷ τῳδὶ φέρει,
οὗ ζῶσα κράτος, σοφία, Θεοῦ λόγος,
ποθῶν κακῶν λύτρωσιν εὑρεῖν ἐν κρίσει·
ὁ δ᾽ Ἰωσήφ τὸ θαῦμα τῆς οἰκομένης,
ὁ πατριάρχης τῆσδε τῆς βασιλίδος,
ὁ χρυσοβρύτης ἅμα καὶ πτωχοτρόφος
μηνῶν βίβλους τίθησι πρὸς δυσὶ δέκα.