Ancient Greek
Poem 2902
Byzantine Book Epigrams, Book Epigrams: Dedications 2902
Not analysed yet
Τῷ σῷ ἱερῷ ναῷ Χριστὲ καὶ Λόγε
ἐπ᾽ ὀνόματι εὐγνώμονος σοῦ δούλου
Ἀθανασίου τοῦ ἐν Ἄθῳ τῷ Ὄρει
Γεώργιος Καμαράσις σὺν τῇ συζύγῳ
αὐτοῦ Αἰκατερίνη τό δ᾽ οὖν διαθέτως ἀνέθετο
δέξαι εὐμενῶς οὖν ὡς τὰ λεπτὰ τῆς χήρας,
ἱλάσθητι δὲ ταῖς αὐτῶν ἁμαρτίαις
καὶ προσέτι μνήσθητι τῶν δε σῶν δούλων
Ἀθανασίου σὺν αὐτῇ Θεοδώρᾳ
τῶν Νικολάων Μαυρίκου τε καὶ Γκίκα
Ἀθανασίας μοναχῆς καὶ Μαρίας
ἐν βίβλῳ ζώντων ὧν τὰ ὀνόματα γράψον.