Ancient Greek
Poem 3048
Byzantine Book Epigrams, Book Epigrams: Dedications 3048
Not analysed yet
καὶ πάντα καλὰ τὰ καλὰ εἴη λίαν
τοῖς προστρέχουσι πλεῖστα ὡς ἔστι φέρειν˙
πολλῷ δὲ μᾶλλον ἕν γε καὶ τοῦτο πέλει,
ὡς πᾶς τις εἴποι τὴν ἀλήθειαν πάνυ,
τὸ τοῖς ναοῖς χρήματα οἷς οἷον φέρειν˙
ὅς ἐστιν αὐτὸς Λέων ὁ λογοθέτης
σὺν τῇ συζύγῳ εὐγενεστάτῃ Ἄννῃ˙
αὐτῶν γὰρ ἐκ κόπων τὲ καὶ τῶν ἰδίων
θησαυρισμάτων, ἀναλωμάτων ἴσως,
τὴν ὠφέλιμον τῷ βροτῶν πάντων στίφει
βίβλον προσεκτήσαντο τὴν τοῦ κυρίου
ἀποστόλων φέρουσαν τεττάρων λόγους
τρανῶς ἐπαΐδοντι τῷ Ἰωάννῃ,
Χρυσοστόμῳ δή, φημὶ τῷ παναγίῳ˙
ἣν οἱ κρατοῦντες χερσίν ἐν ταῖς ἰδίαις
σαυτοὺς ἐννοοῦντες κατοκνεῖτε μηδʹ ὅλως
εὐχαῖς ἀμείβοιν τὴν δόσιν τοῖς τὴν˙ βίβλου.