Ancient Greek
Poem 3070
Byzantine Book Epigrams, Book Epigrams: Dedications 3070
Not analysed yet
Ἡ δέλτος αὕτη τὴν τετράστοιχον κτίσιν
λογογραφοῦσα μυστικῶς πέλει κτίσις
φέρει γὰρ ὡς γῆν τὰς στερεμνίους πτύχας
τὸν ἄργυρόν τε λευκόμορφον ὡς ὕδωρ,
ἔχει διαυγῆ λευκόλεπτον αἰθέρα
ἐν ὧ μὲν εἰσὶν ὥσπερ ἀστέρες Λόγοι
ὥσπερ δέ θερμὸς τοῦ Λέοντος ὁ πόθος·
οὗτος γὰρ αὐτὴν εὐφυῶς ἡρμοσμένην
ἀνεκαίνισεν εὐκλεὴς φιλοπόνως.
Ἀλλ᾽ ὦ Χριστέ μου τῷ πόθῳ κτισαμένῳ,
λύτρον παράσχε δεινῶν ἁμαρτημάτων·
ταῖς δεήσεσιν τῶν εὐαγγελιστῶν σου
Ματθαίου, Μάρκου, Λουκᾶ καὶ Ἰωάννου.