Ancient Greek
Poem 34428
Byzantine Book Epigrams, Book Epigrams: Dedications 34428
Not analysed yet
Ὀρεστιάδος εὐτελοῦς ἀξίαν οἰκονόµου,
καὶ διακόνου τῆς αὐτῆς ὀλβίας ἐκκλησίας,
τοὐπώνυμον Κατακαλὼν τὴν κλῆσιν Ἰωάννου,
πόθου κρατίστου πόνημα τῷ θείῳ στεφηφόρῳ
Παλαιολόγῳ τῷ στερρῷ καὶ τῷ χαριτωνύμῳ,
τῷ χάρισι νικήσαντι τῶν θαλασσῶν πελάγη,
τοῦ ποιμενάρχου προσταγαῖς τοῦ θείου τετυγμένον
Ὀρεστιάδος τοῦ λαμπροῦ καὶ ξένου Πολυκάρπου.