Ancient Greek
Poem 34556
Byzantine Book Epigrams, Book Epigrams: Dedications 34556
Not analysed yet
Πρόσταγμα πεπλήρωκα τοῦ φιλουμένου,
σὺ δ᾽ ὦ λατρευτὰ τῆς τριφεγγοῦς οὐσίας,
θύτα καθαρὲ καὶ Θεοῦ παραστάτα,
μέμνησο δέ μοι ταῖς εὐχαῖς σου, ὦ θεῖε,
ὅπως τὴν διπλῆν ὑγείαν εὖ ἰδοῦμεν
καὶ χαίροις κῦρι τὴν ψυχὴν καὶ τὸ σῶμα.