Ancient Greek
Poem 3669
Byzantine Book Epigrams, Book Epigrams: Dedications 3669
Not analysed yet
Ἄλλοι μὲν ἄλλως τῇ πανολβίῳ φύσει
σπένδουν ψυχῆς τὸ δῶρον ἐμφρόνῳ σχέσει,
ἐγὼ δὲ λοιπὸν ἐσθλὸν εὐτελὲς θύω
ἐκ πίστεως πλὴν τήνδε τὴν βίβλον Θεῷ
σὺν τῇ τεκούσῃ μητρὶ καὶ Θεητόκῳ
πρέσβεις παλαιᾶς καὶ νέας τοὺς προκρίτους
εἰς ἀντάμειψιν τῶν ἐμῶν ἐγκλημάτων.