Ancient Greek · Iambic trimeter
Poem 3677
Byzantine Book Epigrams, Book Epigrams: Dedications 3677
Not analysed yet
Ὁ γῆς ἀνάσσων καὶ ποιμὴν καὶ τῶν ὅλων
καὶ Δαυὶδ εὑρῶν ἄξιον σκηπτουχίας,
αὐτὸς τέθηκε σῇ κορυφῇ τὸ στέφος,
ἄναξ κραταιὲ τῆς ὅλης οἰκουμένης
Δαυὶδ ἀτεχνῶς ἄλλον εὑρὼν ἀρτίως.
Τοίνυν καταστέφει σε σὺν τῇ συζύγῳ,
ἄλλην σελήνην κοσμικῷ δοὺς ἡλίῳ·
ἀφ᾽ ὧν τὸ θάλλος ἐκφανὲν τῆς πορφύρας
ἄλλην νοεῖν δίδωσι κοσμοπλουτίαν.
Τούτῳ ταπεινὸς, φαῦλος ἐν μονοτρόποις
τὸ φύντος ἐκτρύφημα, Δαυὶδ τοὺς λόγους
πόθῳ πτερωθεὶς δουλικῷ τόλμῃ φέρω
θηλὴν νοητήν, δευτέραν χαλουχίαν
τῷ φωσφόρου φῶς δεύτερον φάναντί μοι
ὃν ἡ παναλκὴς δεξιὰ τοῦ δεσπότου
σκέποι κρατύνοι τῶν ὑπηκόων χάριν·
καὶ τὴν ἄνωθεν χεῖρα τὴν στέφους δότιν
εὕροι κατ᾽ ἐχθρῶν χεῖρα βαρβαροκτόνον.