Ancient Greek
Poem 36992
Byzantine Book Epigrams, Book Epigrams: Dedications 36992
Not analysed yet
Oὐκ ἔστιν ἀντάλλαγμα τοῦ πιστοῦ φίλου,
οὐχ ἁβρὸς ὄλβος, οὐ βασίλειος θρόνος,
οὐκ ἄλλο πολλοῦ τοῖς βροτοῖς τιμητέον.
Φίλος γὰρ ὀρθὸς καὶ πυρὸς χωρεῖ μέσον,
καὶ πάντα πάσχει τοῦ φιλουμένου χάριν,
δι᾿ ὃν κἀγὼ νῦν ἐγκαθήμενον βάρος,
ἐμοὶ μερίμνης ἐκτινάξας μακρόθεν,
τετερμάτωκα τὴν παροῦσαν πυξίδα,
ἣν δογματικὴν ἀρραγὴ πανοπλίαν,
πιστοὶ καλοῦσιν ὡς φαρέτρας βασκάνους,
ταύτη διεκκλίνοντες ἀλλοδοξίας.
Ἀλλ᾿, ὦ φίλων βέλτιστε, δεξιᾶς φίλου,
πόνους ἑλίττων ὑπερεύχου τοῦ φίλου.