Ancient Greek
Poem 36936
Byzantine Book Epigrams, Book Epigrams: Dedications 36936
Not analysed yet
Ἡ βίβλος ἥδε συλλεγεῖσα ποικίλως,
παρ᾿ ἐλλογίμων καὶ σοφῶν διδασκάλων·
ἀπὸ γραφικῶν δογμάτων καὶ κανόνων,
τῶν ἱεραρχῶν ἁγίων καὶ πατέρων·
τῶν αἱρετικῶν εἰς σόβησιν τῆς λύμης,
καθάπερ ἄλλη τις μέλισσα πλουσία·
θνητὸν, ἐξαίσιον ἔργον τυγχάνει,
σπούδασμα θεῖον, φαιδρὸν, ἠγλαισμένον·
Ἀλεξίου μοι τοῦ Κομνηνοῦ δεσπότου,
τοῦ γῆς κρατοῦντος Ῥωμαϊκῆς ἐνθέως·
καὶ δυσμενεῖς ξύμπαντας εὐτροπουμένου,
ὡς ἀκλόνητον τὴν περίγειον μένειν·
οὖ δὲ κρατύναις τὴν βασιλείαν Λόγε,
εἰς ὑπεραπείρους τε καὶ χρηστοὺς χρόνους·
ὅπως διεξάγοιτο καλῶς τὸ στῖφος,
τῶν χριστιανῶν, ὑπὸ τοῦδε τοῦ κράτους·
ταῦτα Τζιρίθων εὐτελὴς Κωνσταντῖνος,
ὁ τήνδε βίβλον γεγραφὼς τῷ δεσπότῃ.