Ancient Greek
Poem 3894
Byzantine Book Epigrams, Book Epigrams: Dedications 3894
Not analysed yet
Ὦ φιλάγαθε παρθένε Θεοτόκε,
ἡ μεσήτρια τῶν ἐπταισμένων πάντων
καὶ ἁμαρτωλῶν ἐγγυητὴς καὶ σκέπη
καὶ προστασία τῶν θλιβωμένων,
σὺ οὖν πάναγνε πανύμνητε παρθένε,
ἡ τὸν θεολόγον τεκοῦσα κατὰ σάρκα
σκέπε, φρούρει, φύλαττε τὸν ἄνακτα, παρθένε,
τὸν θεόσεπτον Παλαιολόγον Δοῦκαν
καὶ Κομνηνόν τε Ἀνδρόνικον τὸν πάνυ
καὶ Ἄννην σὺν τοῖς αὐτῶν τε κλάδοις
πορφυρογενεῖ στελέχει φυλασσομένοις,
τὸν δέ γε θύτην καὶ τῶν ἡμῶν ποιμένα
τῆς Κωνσταντίνου Ἰωάννην τε σκέπε,
δώρησαι αὐτοῖς καὶ χρόνους ἀπεράντους,
εὐζωΐα τε καὶ ἠρέμῳ τῷ βίῳ,
ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας.