Ancient Greek
Poem 3954
Byzantine Book Epigrams, Book Epigrams: Dedications 3954
Not analysed yet
Δέχνυσο τοῖον δῶρον ἀφ’ ἡμετέροιο πόνοιο,
ὀλβιόδωρε ἄνασσα, κυδίστη, ἀριστοτόκεια,
νυὲ χαριτοπρόσωπε μεγασθενέων βασιλήων,
ἣν πλέον ἀστράπτουσαν ἐϋβλεφάροιο σελήνης
εἰς γάμον ὄλβιον ἤρατο νυμφιδίοις ἐπὶ λέκτροις
πορφυρόπαις γόνος Αὐσονάνακτος καρτερόχειρος,
Ἀνδρόνικος μεγάθυμος, ἐϋμμελίης πολεμιστής,
ᾧ γέρα πρῶτα σεβαστοκρατορίης νεῖμ’ ὁ φυτεύσας.
εἰς τοίνυν λυκάβαντας ἀπειρεσίους ἐλάσειας.