Ancient Greek
Poem 4355
Byzantine Book Epigrams, Book Epigrams: Dedications 4355
Not analysed yet
Μυθικὴ βίβλος ἐξ ἰνδικῆς σοφίας
προσενεχθεῖσα πρὸς περσικὴν παιδείαν,
αἰνιγματωδῶς συντείνουσα τὰς πράξεις
πρὸς βιωτικὴν ὠπέλειαν ἀνθρώπων,
μεταβληθεῖσα πρὸς γλῶτταν τῶν Ἑλλήνων
ἐξ ἀραβικοῦ καὶ βαρβαρώδους ὕθλου
παρὰ τοῦ σοφοῦ, ἐνδόξου καὶ μεγάλου,
τοῦ καὶ ἀμηρᾶ τοῦ ῥηγὸς Σικελίας
Καλαβρίας τε, πρίγκιπος Ἰταλίας,
ὅσπερ εὑρηκὼς ὡς γνωστικὸς τοῖς πᾶσι
τοῦτο δέδωκε πρὸς ἡμᾶς τὸ βιβλίον
ὥσπερ δώρημα διδασκαλίας πλέον
εὐγενὴς Εὐγένιος ὁ τῆς Πανόρμου.