Ancient Greek
Poem 4363
Byzantine Book Epigrams, Book Epigrams: Dedications 4363
Not analysed yet
Εἴληφε τέρμα τῷ παρόντι βιβλίῳ
ἐκ ποθήσεως, Ἰωσὴφ ναζιραίου
θύτου καὶ λάτρου τῆς ἁγίας τριάδος
τηρῶν δὲ λίαν τὰς ἐντολὰς Κυρίου
θανάτου μνήμη πρὸ τῶν ὠπῶν: οὐ πόρρω
ἀλλ' ἀεὶ δέρκων, καὶ ἐν ἐκπλήξει μένων
ὢ θείας ὁράσεως βαβαὶ τῆς μνήμης
μονῆς αἰσίας, εἴχεται τοῦ Στειρίου
τοῦ ἐν ὁσίοις Λουκᾶ περιβοήτου·
ξυσθεὶς Πεντόζα ἀζύγῳ Ξενοφώντι
οἰκτροῦ καὶ ξένου, καὶ λίαν ἀτασθάλου·
θιάσσω μένων τῆς μονῆς τῆς ῥηθείσης
εὐχαῖς ποιεῖτε, οἱ ὄπτοντες τῇ δέλτῳ·
ὁ χεὶρ κατέχων ἄζυξ, ἀντέφη οὕτως
λιγαίνω ἄζυξ λιτάζω τῶ κω…
ἐνθ' ἱζάνοις βέλτιστε ἡμεῖς ἄμφω σταθῶμεν
Ἰωσὴφ τε τ' οὔνομα σὺν Ξενοφῶντι.
Ναὶ λιγαίνω, νῦν καὶ εἰς τοὺς αἰῶνας.