Ancient Greek
Poem 4372
Byzantine Book Epigrams, Book Epigrams: Dedications 4372
Not analysed yet
Τῆς μουσικῆς ἔλεξε Βακχεῖος Γέρων
τόνους, τρόπους, μέλη τε καὶ συμφωνίας.
Τούτῳ συνῳδὰ Διονύσιος γράφων
τὸν παμμέγιστον δεσπότην Κωνσταντῖνον
σοφὸν ἐραστὴν δείκνυσι τεχνημάτων.
Τὸν τῶν ἁπάντων γὰρ σοφῶν παιδευμάτων
ἐφευρετήν τε καὶ δότην πεφηνότα
ταύτης προσῆκεν οὐδαμῶς εἶναι ξένον.