Ancient Greek
Poem 4849
Byzantine Book Epigrams, Book Epigrams: Dedications 4849
Not analysed yet
Εὐλαβέστατε ἐν ἱερεῦσιν, ὄντως
κῦρ Θεόδωρε, φίλε, ἠγαπημένε,
λάβε τὴν σαυτοῦ βίβλον τὴν θαυμασίαν,
ἥτις ἐστὶ τιμιωτέρα λίθων,
λίθων διαυγῶν, μαργάρων πολυτίμων.
Βάθος γὰρ ἔχει σοφίαν κεκρυμμένην.
Πλοῦτον γνώσεως, μυστήρια μεγάλα.
Διὸ τοῖς πολλοῖς ἀμύητος τυγχάνει.
Ἡμεῖς δ' αὐτῆς τρυφήσαντες ἐκ μέρους,
χάριν σοι ὀφείλομεν τῷ δεδωκότι ταύτην.
Ἔρρωσο, ὑγίαινε μετὰ τῶν σῶν ἁπάντων.
Θεοδώρῳ Ιωάσαφ ἐλάχιστος.