Ancient Greek
Poem 4868
Byzantine Book Epigrams, Book Epigrams: Dedications 4868
Not analysed yet
Ἡγουμένῳ Συμεῷ τήνδε προστάξας
Βίβλον ἱστορίσασθαι ψυχωφελῆ τε,
Ἤτοι περιφέρει γὰρ τούσδε πατέρας,
Δωροθέῳ τῷ σεπτῷ καὶ φιλοσόφῳ,
Καὶ Μαξίμῳ τῷ σοφῷ καὶ θεολόγῳ,
Καρπαθίῳ ῥήτορι καὶ θεοφόρῳ,
Νείλῳ τῷ πνευματικῷ καὶ φιλοθέῳ,
Παντοδύναμε Θεέ, ὧν ταῖς πρεσβείαις
Συνεργεῖν ταῖς διδαχαῖς τούτων αἱρεῖσθαι
Τοῦς τῶν ὅλων σε Θεὸν ἐπεγνωκότας.
Εὕροιμι προστάτας δὲ καιροῦ καλοῦντος
Εγὼ ὁ παμβέβηλος καὶ παραβάτης
Προσταχθείς, ὃς γέγραφα τήνδε πυκτίδα,
Μελετίῳ μοναχῷ καὶ φρενολείπτῳ.