Ancient Greek
Poem 4903
Byzantine Book Epigrams, Book Epigrams: Dedications 4903
Not analysed yet
Ἔστι δ' ἀριθμὸς τῶν τετραδίων τούτων
δεκὰς τετραπλῆ ὁμοῦ καὶ δύο πάντα.
Ἐξώνησις δὲ τῶν τετραδίων τούτων
νομισμάτων γέγονε πέντε πρὸς δέκα.
Ἐμοῦ τυγχάνει Ματθαίου δὲ τὸ κτῆμα,
τοῦ καὶ κοπιάσαντος οἰκειοχείρως,
καὶ ἐξοδιάσαντος τοῦ προστατοῦντος,
τοῦ πατριάρχου Ἰωσὴφ κύρου λέγω,
οὗ καὶ φοιτητὴς ὑπάρχω τοῦ ἁγίου,
τῷ λόγῳ μόνῳ οὐ τῇ πράξει καθόλου,
οὗ καὶ ὑπερεύχεσθαι δίκαιον πέλει.
Τὸν ἀναγινώσκοντα μετ' εὐλαβείας,
ἵν' ἀξιωθῆ τῆς αἰωνίου δόξης
εὐφραινόμενος εἰς ἀπείρους αἰῶνας.