Ancient Greek · Iambic trimeter
Poem 5126
Byzantine Book Epigrams, Book Epigrams: Dedications 5126
Not analysed yet
Ὁ τοῦ πατρὸς σύμμορφος ἀτρεκὴς λόγος
καὶ τοῦ θεουργοῦ πνεύματος δεδειγμένος
Χριστὸς προέγνω καὶ σὲ μειζόνως ἄναξ
κράτιστον ὄντα καὶ σοφὸν βουληφόρον,
πρᾶον, προσηνῆ καὶ λόγῳ καὶ τῷ τρόπῳ,
ὡς πιστὸν ὀρθόδοξον, εὐγενῆ κλάδον
ἐκ χρυσοειδῶν ἀνθέων τεθηλότα
καὶ σοὶ δέδωκε τὸ στέφος τῆς πορφύρας
καὶ τὸ κράτος παρέσχε τῆς ἐξουσίας·
μόνον κρατοῦντα τῆς ὅλης ὑφηλίου
εἰς εὐτυχὲς δώρημα τῶν ὑπηκόων,
εἰς λύτρον, εἰς ἔγερσιν, εἰς σωτηρίαν,
ὃν ἡ πάναγνος καὶ θεηδόχος κόρη
μητροπρεπῶς μάλιστα θ' ἱλεουμένη
φρουροῦσα σώζει καὶ σοφοῖ τὸν δεσπότην
καὶ σκῆπτρον ἐντίθησι τῆς ἁλουργίδος
καὶ ταῖς λιταῖς κρατοῦσα πάσης ἐκ βλάβης
ἐχθροὺς τροποῦται παγγενεῖς τοὺς τῆς Ἄγαρ.