Ancient Greek
Poem 5165
Byzantine Book Epigrams, Book Epigrams: Dedications 5165
Not analysed yet
Ἐκ βασιλικῆς προσταγῆς εὐσυνέτου
Μιχαὴλ τρισάνακτος Ἀγγελωνύμου
Παλαιολόγου Κομνηνοβλάστου κλάδου
Μαλιασηνὸς Κομνηνὸς Ἰωάσαφ,
ἀθροίσας εἰς ἓν τῶν μονῶν τῶν ἰδίων
τὰ χρυσόβουλλα σὺν ὁρισμοῖς κοσμίως
καὶ πατριαρχῶν ὑπομνήμασιν ἔτι,
οὐκ ἔσχεν αὐτοῖς τὴν χέρα βασιλέως
ἐρυθροβάφῳ δεξιᾷ σημασίᾳ
βεβαιότητα παρέχουσαν ἀξίαν·
ὁ γὰρ θάνατος ἐξάπινα προφθάσας
ἥρπασεν ἐκ γῆς τὸν σοφὸν βασιλέα.
Ὁ τοῦδε γοῦν γνήσιος υἱὸς τρισάναξ,
μέγιστος Ἀνδρόνικος, Ῥωμαίων κράτος,
ὁ πάντα γλυκὺς εὐσεβὴς αὐτοκράτωρ,
κῦρος παρασχὼν τοῖς γεγραμμένοις λόγοις,
ἐρυθρομόρφοις ὑπεσήμανε χρόαις
τῆς κλήσεώς τε τῆς ἑῆς σημασίᾳ
ἔθει βεβαίῳ τῶν σοφῶν βασιλέων.