Ancient Greek · Dactylic hexameter
Poem 5710
Byzantine Book Epigrams, Book Epigrams: Dedications 5710
Not analysed yet
Αὐσονίων σοφίης δεδιδαγμένος ἔξοχα ἔργα
καὶ στίχας ἠδὲ φάλαγγας ἰδ’ ἀρραγέας παρατάξεις
ὁπλιτῶν πρυλέων, κρατερῶν πάλιν ἱπποκορυστῶν
ἱστορικαῖς σελίδεσσιν ὑπ’ εὐγενέων βασιλήων,
δειχθεὶς Αὐσονίων στρατιῆς πανυπέρτατος ἀρχός,
Χαμβδᾶν ἡττήσας Ἀράβων γένος ἐξεναρίζεις,
νηῶν δ’ ὠκυπόρων δεδαήμεναι εἴ ποτε βούλῃ,
ἄνδιχα ναυμαχίης ὄφρ’ εὐκλέα μήσεαι ἔργα,
βίβλου τῆσδε, φέριστε, νοήματα πάντα κατ’ αἶσαν
ὄμμασι σοῖς σκοπίαζε καὶ ἐν φρεσὶ βάλλεο σῇσιν.
Ἔνθεν δὴ, Βασίλειε, πέδον Κρήτης ἀλαπάξεις
καὶ γενεὴν ὀλέσεις Καρχηδονίων μεγαθύμων.