Ancient Greek
Poem 5723
Byzantine Book Epigrams, Book Epigrams: Dedications 5723
Not analysed yet
Τοῦ μυθογράφου Συντίπα κατὰ Σύρους,
μᾶλλον δὲ Περσῶν τοὺς σοφοὺς λογογράφους,
αὕτη πέφυκεν ἣν βλέπεις δέλτος, φίλε.
Ἣν καὶ Συρικοῖς τοῖς λόγοις γεγραμμένην
εἰς τὴν παροῦσαν αὐτὸς Ἑλλάδα φράσιν
μετήγαγόν τε καὶ γέγραφα τὴν βίβλον,
τῶν γραμματικῶν ἔσχατός γε τυγχάνων,
Ἀνδρεόπωλος Μιχαήλ, Χριστοῦ λάτρις,
ἔργον τεθεικὼς προστεταγμένον τόδε
παρὰ Γαβριὴλ τοῦ μεγιστάνων κλέους,
δουκὸς σεβαστοῦ πόλεως μελωνύμου,
ὃς ἐστι Χριστοῦ θερμὸς ὄντως ἱκέτης.
Ὃς καὶ διωρίσατο γραφῆναι τάδε,
ὅτι γε μὴ πρόσεστι Ῥωμαίων βίβλοις.
Ἡ συγγραφὴ γὰρ ἥδε τοὺς κακεργάτας
διασύρει μάλιστα καὶ πρὸς τῷ τέλει
πράξεις ἐπαινεῖ τὰς καλῶς εἰργασμένας.