Ancient Greek
Poem 6119
Byzantine Book Epigrams, Book Epigrams: Dedications 6119
Not analysed yet
Τοῦτό σοι δῶρον ἐξ ἡμῶν μικρὸν τῇ τρισολβίᾳ
τῇ βασιλίδι πενιχρὸν εὐγνωμοσύνης δεῖγμα
πολλῶν γὰρ ἀπολαύσας σου τῶν εὐεργετημάτων·
δῶρον προσάγω σοι βραχύ, τοῦτό σε δεξιοῦμαι·
ὅπερ καὶ δέξαι προσηνῶς ὑπὲρ λυχνίτας λίθους.
Ταῖς γὰρ ψυχαῖς ταῖς κατὰ σὲ ταῖς φιλόλογωτάταις
τὰ λογικὰ πονήματα κρείττονα καὶ μαργάρων·
καὶ τοίνυν ἐς λυκάβαντας ζήσαις ἀπειραρίθμους,
εὐγενεστάτη γυναικῶν ὀλβιοδωροτάτη.