Ancient Greek
Poem 6087
Byzantine Book Epigrams, Book Epigrams: Dedications 6087
Not analysed yet
Ἡ βίβλος αὕτη, τῆς μονῆς Κοσμιδίου
τῆς κειμένης ἔγγυστα τῶν παλατίων
ἡ συντεθεῖσα τῶ σοφῷ Χρυσοστόμῳ
εὔρους πλάτους τε καὶ σαφηνείας χάριν
ὑστερηθεῖσα πρὸ πολλοῦ τῷ νεῷ τούτῳ
τίς οὗτος; Τῶν θείων Ἀναργύρων
καμφθεὶς πρὸς οἶκτον τῆς μονῆς ὁ πρωστάτης,
Ἰγνάτιος οὗτος, χριστοῦ θύτης καὶ λάτρις,
προστάττει τινὶ ἰζηρῷ ῥακενδύτῃ,
γραφῆναι ταύτην, εἰς λύτρον,
εἰς ἄφεσιν ἀμπλακημάτων τούτου,
εἵξας γὰρ οὗτος τοῖς λόγοις τοῦ πρωστάτου,
ἀπεπέρανε τὴν βίβλον ταύτην,
ὅς τις οὖν μερικῶς δέρκει μέρωψ
δόξης θεοῖο ἀξιοῦται καὶ στέφους
σὺν ταῖς φαιναῖς ἀγγέλων ταξίαρχίαις