Ancient Greek
Poem 30502
Byzantine Book Epigrams, Book Epigrams: Epitaphs 30502
Not analysed yet
Ἄνασσα Πόλις στέναξον, ἀπόθου σου τὸ στέφος,
ἄθροισον τὸ πολίτευμα κλαῦσαι σου τὸν δεσπότην·
τοῦτο ἡ ματαιότης.
Βάθος κριμάτων ἄληπτον τῶν σῶν, ἥλιε Λόγε,
ὅτι τὸν κάτω ἥλιον συνέστειλας τοῦ φέγγειν.
θρηνῶ σε, δέσποτα Λέων.
Γηγενὴς ἅπας πέφυκε καὶ βασιλεὺς καὶ πένης,
ὅθεν οὐδεὶς ἐκφεύξεται τὸν ἐπώδυνον τάφον.
θρηνῶ σε, δέσποτα Λέων.
Δροσερὸν οἷα ῥόδον σε ἡ πορφυρὶς βλαστάνει,
ὡς ἴον ἐν τοῖς ἄνθεσιν, ὡς κρίνον ἐν τοῖς κήποις.
θρηνῶ σε, δέσποτα Λέων.
Τί μοι στυγνάζεις, ἥλιε, τί ζοφερὸν ἀνίσχεις;
πάντως, ὅτι τὸν Λέοντα τὸν ἄνακτα οὐ βλέπεις,
Ἐν ἁλουργίδι ἥλιον, ἐν βασιλείοις ἄστρον,
ἐν λόγοις φέγγος ἄδυτον, ἐν χάριτι φωσφόρον.
Ζάλην ψυχῶν ἐκοίμιζες τοῖς πραέσι σου λόγοις·
ἦθος σεμνὸν ἐδίδασκες τῷ ταπεινῷ σου ἔθει·
Ἤπιος ὤν, ἐφύλαττες καὶ βασιλέως τρόπους,
ἐν δὲ τῇ ταπεινώσει σου τὸ ὕψος σου ἐδείκνυς.
Θαύμασον ὕμνον ἅπαντα καὶ αἴνων μελῳδίαν,
ἕως ἂν τοῦ δεσπότου μου τοὺς ὕμνους ἐνωτίσῃ.
Τί μοι, σελήνη, ἔοικας νυκτὶ μεμελασμένῃ;
πάντως, ὅτι τὸν ἥλιον, τὸν Λέοντα, οὐ βλέπεις.
Ἰσοῦνται σου τὰ ῥεύματα τῶν λόγων τῇ θαλάσσῃ
ἡ λύρα δὲ τῶν ὕμνων σου μέλιτος ἀποστάζει.
Κλαύσατε πάντες, κλαύσατε, τὸν πρᾶον βασιλέα·
τὸν συμπαθῆ καὶ ἥσυχον κλαύσατε καὶ οἱ λίθοι.
Λέων καθάπερ ἔβλεπες ἀτενῶς τὸν δεσπότην·
Καὶ στεναγμῶν βρυχήματι ἐχθρῶν κατεστρατήγεις.
Μετὰ μαργάρων δάκρυα, μετὰ χρυσοῦ πραότης·
ἔβλεπες καὶ ἐθαύμαζες, καὶ μᾶλλον ἐξεπλήττου.
Τί μοι καὶ πόλος ἄναστρος ἀπὸ νεφῶν σπιλάδος;
τάχα λιβὰς ἐπύκνωσε δακρύων τὸν αἰθέρα.
Νομίνῳ συναφείᾳ τε καὶ οὐκ ἀθέσμῳ γάμῳ
ἡ φύσις ἀνεβάλλετο παιδὸς ἄρρενος τόκον·
ὢ βάθος θεοῦ κριμάτων.
Ξένον, ἀλλ' οὕτως ἔδοξε τῇ ἄνωθεν προνοίᾳ.
ἐν παραβάσει νόμου τε ὁ παῖς ἀπογεννᾶται.
Ὁ νόμος εἰ καὶ ἤργησε, πάλιν ἐνομοθέτει·
τῷ ἱερῷ κανόνι δέ, τὸ κρίνειν παρεχώρει.
ὢ βάθος θεοῦ κριμάτων.
Πλύνεται τοῦ μιάσματος ῥεύμασι τῶν δακρύων,
καὶ τῇ μητρὶ προσφύεται πάλιν τῇ ἐκκλησίᾳ.
"Μὰ τὸν φωσφόρον ἥλιον," κύκλος σελήνης εἶπεν,
"ἤθελον τὸν ὑπέρλαμπρον ἀκμὴν Λέοντα βλέπειν."
Ῥέουσι σάρκες ἅπασαι φυσικῶν ἐξ ἀνθράκων,
ἵνα ῥυτὶς ἢ μόλυσμα ψυχῆς μὴ ἔνδον μείνῃ.
Σκήπτρων εὐθὺς διάδοχος, πατρόθεν βασιλεύων,
ὁ τῆς πορφύρας ἥλιος Ἀλέξανδρος ἀνίσχει.
Τῷ Ἀλεξάνδρῳ ἄνακτι ἀστὴρ συνανατέλλει,
ὁ ἐξ ὀσφύος Λέοντος ὑπάρξας Κωνσταντῖνος.
Ὕμνησον πόλις, ὕμνησον, τοὺς βασιλείου παίδας,
οὗτοι γὰρ πορφυρίζουσι μᾶλλον σοῦ τὴν πορφύραν.
Φησὶν ὁ μέγας κύριος· "Ἐν γενεᾷ δικαίων
οἱ ὀφθαλμοί μου βλέπουσι, καὶ οὗς ἐμὸν ἀκούσει."
ὦ πόλις εὐτυχεστάτη.
Χαῖρε μοι Λέων δέσποτα καὶ ἐν Ἅιδου κευθμῶσι,
χαῖρε ψυχὴ ὁλόγλυκε, ἀγγέλοις συμφοιτῶσα·
Ὡς βασιλέα ὕμνησον, ὡς φίλον, ὡς δεσπότην·
σὺ δέ, κἂν μετὰ θάνατον, μέμνησο Κωνσταντίνου.
χαῖρε μοι, δέσποτα Λέων.
Βάλλετε γόους, βάλλετε, δάκρυσι μεμιγμένους,
ὅλον τὸν τάφον πλήσατε τῶν ἐμῶν στεναγμάτων.
τὰ πάντα ματαιότης.