Ancient Greek
Poem 30499
Byzantine Book Epigrams, Book Epigrams: Epitaphs 30499
Not analysed yet
"Τὸν Κωνσταντῖνον, δέσποτα καὶ ἀδελφέ, ὡς τέκνον,
ὡς σπλάγχνον, ὡς καρδίαν σου περίθαλπε καὶ σκέπε."
ὢ θρήνων ἔμπλεοι λόγοι.
"εἴ τι καὶ πταίσας ἔδοξα, μηδενὸς μνήνην λάβῃς·
οὐ γὰρ παντὶ τῷ λέγοντι εἰς μάτην συνηπείχθην."
ὢ θρήνων ἔμπλεοι λόγοι.
"ὅμως εἰ καὶ ἐλύπησα, καιρὸς νῦν ἀφιέναι,
ὁ γὰρ χωρίζων ἕστηκε θάνατος ἀπ' ἀλλήλων."
ὢ θρήνων ἔμπλεοι λόγοι.
"οἱ φοβεροὶ παρέστησαν ἐτασταὶ τῶν πραχθέντων·
οἴμοι, οἴμοι, τίς γένομαι; οὐδεὶς γὰρ ὁ οἰκτείρων."
ὢ θρήνων ἔμπλεοι λόγοι.
"τί μοι ἐσθὴς πολύχρυσος; ποῦ τὰ στεμμάτων κάλλη;
οὐχὶ ὡς χόρτος ἅπασα ἡ τῶν ἀνθρώπων δόξα;"
ὢ θρήνων, ὢ στεναγμάτων.
"Τί βασιλεὺς πολύολβος, τί πένης, τί δυνάστης;
οὐ καθ' ἑκάστην ἔλεγον τὰ πάντα ματαιότης;"
ὢ θρήνων ἔμπλεοι λόγοι.
"λοιπὸν ἐλθέ, ὤ δέσποτα, καὶ ἀδελφὸν ἀσπάζου·
'οὐκ ἀδελφὸν λυτροῦται' γάρ, βασιλεὺς ἄλλος ἔφη."
ὢ πένθους, ὢ θρηνῳδίας.
"ἔλθετε καὶ θεράποντες τοῦ ἱεροῦ κοτῶνος,
οὐκέτι τῷ κυρίῳ γὰρ ἐμοὶ διακονεῖτε."
ὢ πένθους, ὢ θρηνῳδίας.
"φιλάγαθε παράσθητι παρθένε καὶ βοήθει·
ἐν οὐδενὶ γὰρ ἔσχηκα ἑτέρῳ τὰς ἐλπίδας.
οἴδας, θεέ, τὰ κρύφια, ἐτάζεις τὰς καρδίας·
ἀντίθες μου τοῖς πταίσμασι τῆς πίστεως τὸ ζέον.
υἱέ μου, σῷζου· Λέοντα οὐκέτι γὰρ θεάσῃ,
υἱέ, δι' ὅν μακρύνομαι πατρὸς τοῦ οὐρανίου.
τέκνον ἒμὸν γλυκύτατον, τὸν ἀδελφόν μου ἕξεις
μετὰ θεὸν φιλάγαθον πατέρα καὶ δεσπότην.
οὐκέτι, τέκνον, βλέψω σε, οὐκέτι περιλάβω,
οὐκέτι, ἀγκαλίσωμαι τὸ φῶς τῶν ὀφθαλμῶν μου.
ὀστὰ καὶ δέρμα θάψατε, ἡ σὰρξ γὰρ προερρύη·
ἄνευ σαρκὸς ὁ τάφος με δέχεται βασιλέα.
τῷ τάφῳ ἐπιγράψατε· 'Λέων ἐνθάδε κεῖται,
ὁ μόνος ὑπὲρ ἄνθρωπον τὸν θεὸν παροργίσας'"
μέμνησθε πάντες, μέμνησθε Λέοντος τοῦ δεσπότου·
θάψατε καὶ θρηνήσατε καὶ πάντοτε θρηνεῖτε.
ὢ θρήνων, οἷον τὸ τέλος.