Ancient Greek
Poem 4501
Byzantine Book Epigrams, Book Epigrams: Epitaphs 4501
Not analysed yet
Ὀρφέα Θρηικίῃσι παρὰ προμολῇσιν Ὀλύμπου
τύμβος ἔχει, Μούσης ὑιέα Καλλιόπης,
ᾧ δρύες οὐκ ἀπίθησαν, ὅτῳ σὺν ἅμ' ἕσπετο πέτρη
ἄψυχος θηρῶν θ' ὑλονόμων ἀγέλα,
ὅς ποτε καὶ τελετὰς μυστηρίδας εὕρετο Βάκχου
καὶ στίχον ἡρῴῳ ζευκτὸν ἔτευξε ποδί,
ὃς καὶ ἀμειλίκτοιο βαρὺ Κλυμένοιο νόημα
καὶ τὸν ἀκήλητον θυμὸν ἔθελξε λύρᾳ.