Ancient Greek
Poem 4503
Byzantine Book Epigrams, Book Epigrams: Epitaphs 4503
Not analysed yet
Καλλιόπης Ὀρφῆα καὶ Οἰάγροιο θανόντα
ἔκλαυσαν ξανθαὶ μυρία Βιστονίδες,
στικτοὺς δ' ᾑμάξαντο βραχίονας, ἀμφὶ μελαίνῃ
δευόμεναι σποδιῇ Θρηίκιον πλόκαμον·
καὶ δ' αὐταὶ στοναχεῦντι σὺν εὐ φόρμιγγι Λυκείῳ
ἔρρηξαν Μοῦσαι δάκρυα Πιερίδες
μυρόμεναι τὸν ἀοιδόν· ἐπωδύραντο δὲ πέτραι
καὶ δρύες, ἃς ἐρατῇ τὸ πρὶν ἔθελγε λύρῃ.