Ancient Greek
Poem 4527
Byzantine Book Epigrams, Book Epigrams: Epitaphs 4527
Not analysed yet
Ἐνθάδε Πιερίδων τὸ σοφὸν στόμα, θεῖον Ὅμηρον,
κλεινὸς ἐπ’ ἀγχιάλῳ τύμβος ἔχει σκοπέλῳ.
Εἰ δ’ ὀλίγη γεγαυῖα τόσον χάδεν ἀνέρα νῆσος,
μὴ τόδε θαμβήσῃς, ὦ ξένε, δερκόμενος·
καὶ γὰρ ἀλητεύουσα κασιγνήτη ποτὲ Δῆλος
μητρὸς ἀπ’ ὠδίνων δέξατο Λητοΐδην.