Ancient Greek
Poem 4534
Byzantine Book Epigrams, Book Epigrams: Epitaphs 4534
Not analysed yet
Μνᾶμα μὲν Ἑλλὰς ἅπασ’ Εὐριπίδου, ὀστέα δ’ ἴσχει
γῆ Μακεδών, ᾗπερ δέξατο τέρμα βίου.
πατρὶς δ’ Ἑλλάδος Ἑλλάς, Ἀθῆναι· πλεῖστα δὲ Μούσαις
τέρψας ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει.