Ancient Greek
Poem 4538
Byzantine Book Epigrams, Book Epigrams: Epitaphs 4538
Not analysed yet
Εἰ καὶ δακρυόεις, Εὐριπίδη, εἷλέ σε πότμος,
καί σε λυκορραῖσται δεῖπνον ἔθεντο κύνες,
τὸν σκηνῇ μελίγηρυν ἀηδόνα, κόσμον Ἀθηνῶν,
τὸν σοφίῃ Μουσέων μιξάμενον χάριτα,
ἀλλ’ ἔμολες Πελλαῖον ὑπ’ ἠρίον, ὡς ἂν ὁ λάτρις
Πιερίδων ναίῃς ἀγχόθι Πιερίδων.