Ancient Greek
Poem 6941
Byzantine Book Epigrams, Book Epigrams: Epitaphs 6941
Not analysed yet
Εἷς θεὸς ὑψιμέδων· ἕνα δ’ ἄξιον ἀρχιερῆα
ἡμετέρη γενεὴ εἶδέ σε, Βασίλιε,
ἄγγελον ἀτρεκίης ἐριηχέα, ὄμμα φαεινὸν
Χριστιανοῖς, ψυχῆς κάλλεσι λαμπόμενον,
Πόντου Καππαδοκῶν τε μέγα κλέος· εἰσέτι καὶ νῦν,
λίσσομ’, ὑπὲρ κόσμου ἵστασο δῶρ’ ἀνάγων.