Ancient Greek
Poem 30491
Byzantine Book Epigrams, Book Epigrams: Epitaphs 30491
Not analysed yet
Δότε μοι θρήνους ᾄδοντι ῥεῦσαι πηγὰς δακρύων,
κλαύσομαι τὸν δεσπότην μου, θρηνήσω μου τὸν φίλον.
τοῦτο ἡ ματαιότης.
τί μοι στυγνάζεις ἥλιε, τί ζοφερὸν ἀνίσχεις;
πάντως, ὅτι τὸν Λέοντα τὸν ἄνακτα οὐ βλέπεις.
τοῦτο ἡ ματαιότης.
τί μοι, σελήνη, ἕοικας νυκτὶ μελανωμένῃ;
πάντως, ὅτι τὸν ἥλιον τὸν Λέοντα οὐ βλέπεις.
τοῦτο ἡ ματαιότης.
τί μοι καὶ πόλος ἅναστρος ἀπὸ νεφῶν σπιλάδος;
τάχα λιβὰς ἐπύκνωσε δακρύων τὸν αἰθέρα.
τίς γὰρ ὁ μὴ θρηνήσας;
"Μὰ τὸν φωσφόρον ἥλιον," κύκλος σελήνης εἴπεν,
"ἤθελον τὸν ὑπέργλυκυν ἀκμὴν Λέοντα βλέπειν."
τοῦτο ἡ ματαιότης.
"Μὰ τὸυς χθονίους ἅπαντας," ζοφερὸς Ἅιδης εἴπεν,
"ὅτι μοι Λέων πρόωρος ἦλθεν, οὐκ ἀντιλέγω."
τοῦτο ἡ ματαιότης.
βάλλετε γόους, βάλλετε, δάκρυσι μεμιγμένους:
ὅλον τὸν τάφον πλήσατε τῶν ἐμῶν στεναγμάτων.
τὰ πάντα ματαιότης.