Ancient Greek
Poem 4927
Byzantine Book Epigrams, Book Epigrams: Liturgy 4927
Not analysed yet
Εἰ καὶ τρίτος σύ, πλὴν πρὸς ἀνδρικοὺς πόνους,
σύνεγγυς εἶ πως τοῦ προάρχοντος, τρίτε·
ἄκομψος, ἁπλοῦς, ἀνδρονικὸς πάνυ, τρίτε,
πέφηνας ὄντως, καὶ σὲ τιμῶμεν, τρίτε·
πλήθους κατάρχων ἰσαρίθμου σοι, τρίτε,
πλήθει προσήκεις προσφυῶς ἡρμοσμένῳ.